γούλα
Πάντες εἴδομεν τὴν ἐνδοξοτάτην φωτογραφίαν τὴν τῆς ἐκδόσεως National Geographic, τὴν φωτογραφίαν (ἣν ἐνθάδε ἰδεῖν δυνάμεθα) Ἀφγανὴν κόρην δεικνυμένην· ὅμως δὲ τὴν ταύτης τῆς φωτογραφίας γένεσιν οὐ πάντες γιγνώσκουσιν.

τῆς Ῥωσσίας εἰς τὸ Ἀφγανιστᾶν τῷ 1979ῳ ἔτει εἰσβαλούσης, δύο ἑκατομμύρια Ἀφγανῶν εἰς μὲν τὸ Πακιστᾶν ἐξέφυγον, ἐκεῖ δὲ ἔμειναν οὐκ ἐξὸν εἰς τὴν ἑαυτῶν χώραν ἐπανελθεῖν· ὁ δὲ φωτογράφος Στέφανος ΜκΚοῦρρι, ὃς ἔτυχε τῷ 1985ῳ ἔτει ἐν τῷ Πακιστᾶν περὶ τῶν φυγάδων ἐξετάζων, ταύτην τὴν κόρην Σιαρβὰτ Γοῦλα τῷ ὀνόματι ἐν τῇ πόλει Πεσιαβὰρ ἰδὼν ἐν σκηνῇ τινὶ οἰκοῦσαν (ὡς οἱ πλεῖστοι τῶν φυγάδων), φωτογραφίαν αὐτῆς ἐποίησεν. ἡ φωτογραφία ταχέως σύμβολον τῆς φωτογραφικῆς τέχνης τῶν χλωρῶν τῆς κόρης ὀφθαλμῶν ἕνεκα ἐγένετο.

ἔπειτα δέ, τῷ 2002ῳ ἔτει, ὁ αὐτὸς φωτογράφος αὖθις αὐτῇ συντυχὼν μάλιστα ἐθαύμασεν, ἡ γὰρ κόρη οὐκ ᾔδει οὔτε ἔνδοξος γενομένη οὔτε τὴν ἑαυτῆς φωτογραφίαν ἐν τῇ National Geographic ἐκδοθεῖσαν.

νεωστὶ δὲ οἱ Πακιστανοὶ φύλακες αὐτὴν κατέσχον, ᾔσθεσαν μὲν γὰρ αὐτὴν ψευδῆ γράμματα ἔχουσαν ὡσεὶ Πακιστανὴ πολῖτις εἴη (Ἀφγανή ἐστιν), περὶ δὲ τούτου ἐξετάσαντες ηὗρον αὐτὴν τρεῖς δημοσίους ὑπηρέτας ἀργυρίῳ διαφθείρασαν ταῦτα τὰ ψευδῆ γράμματα παρὰ τοὺς νόμους κτησαμένην.